Ὁ Οἶκος.
Ἄγγελος ἐξ ἀνθρώπων ἐπὶ γῆς ἀνεδείχθης, ὁ μέγας ἀληθῶς Ἱεράρχης πάσαις γὰρ ἀρεταῖς αὐγασθείς, ὥσπερ ἄϋλος ἀπέπτης τῶν νεκρῶν πρὸς τὰ Οὐράνια, καὶ ὑπὲρ φύσιν ἠγώνισαι. Διὸ καὶ πρὸς ἡμῶν ἀκούεις:
Χαῖρε καλὲ Χριστοῦ ποιμενάρχα· χαῖρε σοφὲ πιστῶν Ἱεράρχα.
Χαῖρε καθαιρέτης δυσσεβῶν ὁ ἀήττητος· χαῖρε οἰκουμένης ὁ φωστὴρ ὁ πολύφωτος.
Χαῖρε κράτος παναλκέστατον τῆς Τριάδος προσκυνῶν· χαῖρε μίαν ὑποστάσεων τὴν οὐσίαν ἀνυμνῶν.
Χαῖρε ὅτι ὑπάρχεις Βασιλείας ὁ Κόσμος· χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς τὴν εἰρήνην.
Χαῖρε Ἱερεῦ ὁ στήσας τὸ τρόπαιον· χαῖρε ἀριστεῦ ὁ κτείνας τὸν Ἄρειον.
Χαῖρε δι’ οὗ κραταιοῦται ἡ Πίστις· χαῖρε δι’ οὗ καθαιρεῖται ἡ πλάνη.
Χαίροις Πάτερ Τρισόλβιε.
Συναξάριον.
Τῇ Λʹ τοῦ αὐτου µηνὸς µνήµη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως Ἀλεξάνδρου, Ἰωάννου, καὶ Παῦλου τοῦ νέου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχύ
προκατάλαβε.
Τον θείον Αλέξανδρον, και Ιεράρχην κλεινόν, τον
στύλον της πίστεως, τον αριστέα Χριστού, ενδόξως τιμήσωμεν, άπαντες
συνελθόντες, ως Αρείου την λύμην, πρόρριζον εκτεμόντα και ρητόρων αθέων,
αιρέσεως ρήξαντα πλοκάς, μαχαίρα του Πνεύματος.
No comments:
Post a Comment