Κοντάκιον. Τοῦ Εὐαγγελιστοῦ. Ἦχος δʹ. Ἐπεφάνης σήµερον.
Μαθητὴς γενόµενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
Ὁ Οἶκος.
Ὡς ἰατρὸς καὶ µαθητὴς Λουκᾶ ἠγαπηµένος, µυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς µου, καὶ τὰ τοῦ σώµατος ὁµοῦ ἴασαι, καὶ δὸς µοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιµον γηθόµενος γεραίρειν
πανήγυριν, ὄµβροις τε δακρύων, ἀντὶ µύρων τὸ σεπτόν σου καὶ πάντιµον σῶµα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραµµένη τῷ ναῷ τῷ θαυµαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ
καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.
Συναξάριον.
Τῇ ΙΗʹ τοῦ αὐτοῦ µηνὸς µνήµη τοῦ ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
No comments:
Post a Comment