Ἡ Σύναξις τῶν Ἀρχιστρατήγων
Μιχαὴλ καὶ Γαβριήλ
Κοντάκιον. Τῶν Ἀσωµάτων. Ἦχος βʹ.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωµάτων, τὸ συµφέρον ἡµῖν αἰτήσασθε, καὶ τὸ µέγα ἔλεος, ὡς τῶν Ἀσωµάτων Ἀρχιστράτηγοι.
Ὁ Οἶκος.
Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ µετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡµεῖς οἱ ἐν ἀνοµίαις, ἀναµάρτητε, µόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολµῶµεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέµψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡµῖν
συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡµῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωµάτων Ἀρχιστράτηγοι.
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ Ηʹ τοῦ αὐτοῦ µηνὸς ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν ἁγίων ἀσωµάτων καὶ οὐρανίων Ταγµάτων. Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγµάτων, Σεραφίµ, Χερουβίµ, Θρόνων,
Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάµεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.
No comments:
Post a Comment