Αρχή Νηστείας
Χριστουγέννων
Κοντάκιον Ἀναστάσιµον.
Τῇ ζωαρχικῇ παλάµῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθµώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράµατι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος.
Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυµνοῦµεν οἱ πιστοὶ καὶ προσκυνοῦµεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναµος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ
κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦµέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ
κόσµον λυτρωσάµενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς µόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάµενον ἡµᾶς· ὅθεν ἀνυµνοῦµεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡµᾶς, ὡς Θεὸς τοῦ παντός.
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ ΙΕʹ τοῦ αὐτοῦ µηνὸς µνήµη τῶν ἁγίων Μαρτύρων καὶ Ὁµολογητῶν Γουρία, Σαµωνᾶ καὶ Ἀβίβου.
No comments:
Post a Comment