Κοντάκιον. Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον,
τόκον τὸν ἀπόῤῥητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.
No comments:
Post a Comment