Ἀπολυτίκιον Ἀναστάσιµον. Ἦχος βʹ.
Ὅτε κατῆλθες πρὸς τὸν
θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάµεις τῶν ἐπουρανίων
ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡµῶν δόξα σοι.
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος αʹ.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα
δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν
καὶ τὴν Ἀνάστασιν.
Κοντάκιον. Ἦχος αʹ.
Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ
τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς
Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς
οὓς ἠγάπησας, ὁ µόνος φιλάνθρωπος.
No comments:
Post a Comment