Κοντάκιον τοῦ Τριωδίου.
Ἦχος βαρύς. Αὐτόμελον.
Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ· αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ· Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.
Ὁ Οἶκος.
Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου
τίς
ὁ
ἐμπήξας
ἧλον
τῇ
καρδίᾳ
μου;
ξυλίνῃ
με λόγχῃ
ἐκέντησεν ἄφνω
καὶ
διαῤῥήσομαι, τὰ ἔνδον μου
πονῶ, τὴν κοιλίαν
μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ
πνεῦμά
μου,
καὶ
ἀναγκάζομαι ἐξερεύξασθαι τὸν
Ἀδὰμ
καὶ
τοὺς
ἐξ
Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον
γὰρ
τούτους εἰσάγει
πάλιν
εἰς
τὸν
Παράδεισον.
Συναξάριον
Τοῦ Τριωδίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Στίχοι
Τὸν Σταυρὸν γῆ σύμπασα
προσκυνησάτω,
Δι' οὗ περ ἔγνωκε
σὲ προσκυνεῖν, Λόγε.
Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἐξαποστειλάριον. Τοῦ Τριωδίου.
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα ἰδόντες προσκυνήσωμεν,
καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι,
καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
No comments:
Post a Comment