Μνήµη τῶν Ἁγίων Ἀναργύρων, Κοσµᾶ καὶ Δαµιανοῦ
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ Αʹ τοῦ αὐτοῦ µηνὸς µνήµη τῶν Ἁγίων καὶ θαυµατουργῶν Ἀναργύρων, Κοσµᾶ καὶ Δαµιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
Ἀπολυτίκιον. Τῶν Ἁγίων. Ἦχος πλ. δʹ.
Ἅγιοι Ἀνάργυροι καὶ θαυµατουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡµῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡµῖν.
Ἰδιόµελον. Ἦχος αʹ.
Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐκ τῆς ἄνωθεν προµηθείας, τὴν τῶν ἰαµάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις µυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύµατος, φάρµακα προτιθέντες σωτήρια, τοῖς κάµνουσι θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑµῖν σαφῶς τὴν κατοικίαν ποιησαµένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡµῶν.
No comments:
Post a Comment