Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος αʹ.
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιµήσει, τὸν κόσµον οὐ κατέλιπες Θεοτόκε. Μετέστης
πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουµένη, ἐκ θανάτου τὰς ψυχὰς ἡµῶν.
Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. βʹ. Αὐτόµελον.
Τὴν ἐν πρεσβείαις
ἀκοίµητον Θεοτόκον, καὶ
προστασίαις ἀµετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν µετέστησεν, ὁ µήτραν οἰκήσας ἀειπάρθενον.
Ὁ Οἶκος.
Τείχισόν µου τὰς φρένας Σωτήρ µου·
τὸ γὰρ τεῖχος
τοῦ κόσµου
ἀνυµνῆσαι τολµῶ, τὴν ἄχραντον
Μητέρα σου· ἐν πύργῳ
ῥηµάτων ἐνίσχυσόν µε, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν µε· σὺ γὰρ βοᾷς, τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ
οὖν µοι δώρησαι
γλῶτταν, προφοράν,
λογισµὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάµψεως, παρὰ σοῦ καταπέµπεται φωταγωγέ, ὁ µήτραν οἰκήσας ἀειπάρθενον.
No comments:
Post a Comment