Συναξάριον.
Τῇ Ϛʹ τοῦ αὐτοῦ µηνός ἀνάµνησις τοῦ γενοµένου παραδόξου
θαύµατος ἐν Κολοσσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.
Ἀπολυτίκιον Ἀναστάσιµον. Ἦχος δʹ.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγµα, ἐκ τοῦ Ἀγγέλου µαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώµεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούµενος τῷ κόσµῳ τὸ µέγα ἔλεος.
Κοντάκιον Ἀναστάσιµον.
Ὁ Σωτὴρ καὶ ῥύστης µου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσµῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήµερος.
No comments:
Post a Comment