Κοντάκιον τῶν Πατέρων.
Ὁ ἐκ
Πατρὸς ἐκλάµψας Υἱὸς ἀῤῥήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούµεθα τῆς µορφῆς τὸ ἐκτύπωµα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβοµεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.
Ὁ Οἶκος.
Θέλων ὁ πανοικτίρµων Θεὸς ἡµᾶς διεγείρειν ἀεὶ πρὸς µνήµην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωµατουργίας τῶν εἰκόνων, τὴν σεβάσµιον ἀνατυποῦσθαι µορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωµεν, ἅπερ λόγῳ ἀκηκόαµεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνοµα, τὸ σχῆµα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόµενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ αὐτῇ ἡµέρᾳ µνήµην ἐπιτελοῦµεν τῶν ἁγίων καὶ µακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων βασιλέων Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀµαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων καὶ τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας καταβαλόντων.
No comments:
Post a Comment