Ἰδιόμελον Βʹ. Ἦχος βʹ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ὁ τῇ ψυχῆς ῥαθυμίᾳ νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ ἀρετῶν· καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος. Τὰ σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσῃς μοι Δέσποτα, ἀλλʼ ἐκτινάξας μου τὸν ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταῖς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως· Κύριε δόξα σοι.
Ἰδιόμελον Γʹ. Ἦχος δʹ.
Ἐὰν ἀνομίας
παρατηρήσῃς, Κύριε Κύριε,
τίς ὑποστήσεται; ὅτι
παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τοῦ κρύψαντος τὸ τάλαντον, τὴν κατάκρισιν ἀκούσασα ψυχή, μὴ κρύπτε λόγον Θεοῦ· κατάγγελλε τὰ θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
No comments:
Post a Comment