Ο Χριστός στη χώρα των Γαδαρηνών
(Λουκά κεφ. η' στίχοι 27-39)
Τῷ καιρῷ ἐκείνῳ ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνών, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκία οὐκ ἔμενεν, ἀλλ' ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας
προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλη εἶπε· τὶ ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαι
σοῦ, μὴ μὲ βασανίσῃς.
Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει
αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις
φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τάς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὃ Ἰησοῦς λέγων τὶ σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεὼν ὅτι δαιμόνια
πολλὰ εἰσῆλθεν εἰς αὐτὸν καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
Ἢν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὅρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν καὶ ἐπέτρψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἢ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξήλθαν δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ' οὐ τὰ δαιμόνια ἐξεληλύθει, ἰματισμενον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχωροῦ τῶν Γαδαρηνὼν ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ' οὐ ἐξεληλυθει τὰ δαιμόνια, εἲναι σῦν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὃ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησε σοὶ ὁ Θεός. Καὶ ἀπῆλθε καθ' ὅλην τῇ πόλιν κηρύσσων
ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
No comments:
Post a Comment