Saturday, 2 December 2023

Εορτή Αγίου Πορφυρίου

 
Τῇ Βʹ τοῦ μηνὸς Δεκεμβρίου μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Πορφυρίου, τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ.
 

Ἀπολυτίκιον.
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.
 
Τῆς Εὐβοίας τὸν γόνον, Πανελλήνων τὸν Γέροντα, * τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, * Πορφύριον τιμήσωμεν, πιστοί, * τὸν πλήρη χαρισμάτων ἐκ παιδός. * Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς * ἰᾶται πίστει κράζοντας· * Δόξα τῷ δεδωκότι σοι ἰσχύν· * δόξα τῷ σὲ ἁγιάσαντι· * δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

No comments: