Tuesday, 9 December 2025

Εορτή Αγίας Άννης

 
Συναξάριον
Τοῦ Μηναίου.
Τῇ Θʹ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
 

Ἀπολυτίκιον. Τῆς Ἁγίας Ἄννης.
Ἦχος δʹ.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρʼ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, διʼ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

No comments: