Thursday, 17 April 2014

Μεγ. Πέμπτη στην Αγία Ορθοδοξία

Οι εκκλησιές μας πλημυρίζουν σήμερα από πιστούς, που προσέρχονται το πρωΐ μεν για να τιμήσουν το ιερότατο Μυστήριο της Θεία Ευχαριστίας, το βράδυ δε για να παρακολουθήσουν βιωματικά την πορεία του Κυρίου και Θεού και Σωτήρα μας Ιησού Χριστού προς τα Άχραντα Πάθη Του!


Το Συναξάρι της ημέρας αναφέρει χαρακτηριστικά:

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.

Νίπτει Μαθητῶν ἑσπέρας Θεὸς πόδας,
οὗ ποῦς πατῶν ἦν εἰς Ἐδὲμ δείλης πάλαι.

Διπλοῦς ὁ Δεῖπνος· Πάσχα γὰρ νόμου φέρει,
καὶ Πάσχα καινόν, Αἷμα, σῶμα Δεσπότου.

Προσεύχῃ· καὶ φόβητρα, θρόμβοι αἱμάτων,
Χριστέ, προσώπου, παραιτούμενος δῆθεν
θάνατον, ἐχθρὸν ἐν τούτοις φενακίζων.

Τί δεῖ μαχαιρῶν, τί ξύλων λαοπλάνοι,
πρὸς τὸ θανεῖν πρόθυμον εἰς Κόσμου λύτρον;

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

No comments: