Εορτή Αγίου Νικολάου
Κοντάκιον. Τοῦ Ἁγίου. Ἦχος γʹ. Ἡ Παρθένος σήµερον.
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς µέγας µύστης Θεοῦ τῆς χάριτος.
Ὁ Οἶκος.
Ἀνυµνήσωµεν νῦν τὸν Ἱεράρχην ᾄσµασι, τὸν ἐν Μύροις λαοὶ ποιµένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαµφθῶµεν· ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύµατι, Χριστῷ προσάγων θυσίαν ἄµωµον,
τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς ἱερεὺς κεκαθαρµένος τῇ ψυχῇ καὶ τῇ σαρκί· ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρµαχος ταύτης, ὡς µέγας µύστης Θεοῦ τῆς χάριτος.
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ Ϛʹ τοῦ αὐτοῦ µηνὸς µνήµη τοῦ ἐν ἁγίοις Πατρὸς ἡµῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ Θαυµατουργοῦ.
No comments:
Post a Comment