Συναξάριον. Τοῦ Μηναίου.
Τῇ αὐτῇ
ἡµέρᾳ, Κυριακῇ πρὸ τῆς Χριστοῦ Γεννήσεως, µνήµη ἄγειν ἐτάχθηµεν παρὰ τῶν ἁγίων
καὶ θεοφόρων Πατέρων ἡµῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰµ ἄχρι
καὶ Ἰωσὴφ τοῦ µνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς
Λουκᾶς ἱστορικῶς ἠριθµήσατο· ὁµοίως καὶ τῶν Προφητῶν καὶ Προφητίδων.Ἀπολυτίκιον Τῶν Πατέρων. Ἦχος βʹ.
Μεγάλα τὰ τῆς πίστεως
κατορθώµατα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι Τρεῖς Παῖδες
ἠγάλλοντο, καὶ ὁ προφήτης Δανιήλ, λεόντων ποιµήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν
ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡµῶν.
Κοντάκιον. Ἦχος γʹ. Αὐτόµελον.
Ἡ Παρθένος
σήµερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ
οἰκουµένη ἀκουτισθεῖσα, δόξασον µετὰ Ἀγγέλων καὶ τῶν Ποιµένων, βουληθέντα ἐποφθῆναι,
Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
No comments:
Post a Comment