Λύρα πανευπρεπής, εὔσημός σου γλῶσσα, Λουκᾶ σοφὲ ἐδείχθη, κηρύττουσα τοῖς πᾶσι, τὴν γνῶσιν τὴν οὐράνιον.
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ, τὰ πάθη τῆς ψυχῆς μου καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δός μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον
γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις
τε δακρύων ἀντὶ μύρων, τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν, ὡς στήλη γὰρ ζωῆς, ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν ἀποστόλων, πᾶσιν ἐκφωνεῖ, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.
No comments:
Post a Comment