Εὐλογηµένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάµενος διὰ τὴν ἡµετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας,
ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός,
θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος,
συνδοξαζόµενος
τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύµατι,
σῶσον
ἡµᾶς.
Προστασία τῶν Χριστιανῶν
ἀκαταίσχυντε, µεσιτεία,
πρὸς
τὸν
Ποιητὴν
ἀµετάθετε, µὴ
παρίδῃς,
ἁµαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον,
ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡµῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιµώντων σε.
No comments:
Post a Comment