Κοντάκιον Ἀναστάσιµον.
Ἀνέστης
Σωτήρ, ἐκ τάφου Παντοδύναµε καὶ ᾍδης ἰδών, τὸ θαῦµα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο,
καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάµ συναγάλλεται, καὶ κόσµος Σωτήρ
µου ἀνυµνεῖ σε ἀεί.
Ὁ Οἶκος.
Σὺ εἶ
τὸ φῶς τῶν ἐσκοτισµένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ
πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς
πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦµα ἐθαύµαζον, καὶ πᾶσα
κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζοµεν, καὶ ὑµνοῦµεν
τὴν σὴν συγκατάβασιν, καὶ κόσµος Σωτήρ µου ἀνυµνεῖ σε ἀεί.
Συναξάριον. Τοῦ Μηναίου.
Τῇ
ΚΗʹ τοῦ αὐτοῦ µηνός, µνήµη τῆς εὑρέσεως τῶν τιµίων Λειψάνων τῶν Ἁγίων καὶ
θαυµατουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου.
No comments:
Post a Comment