Sunday 7 February 2021

Κυριακή ΙΣΤ’ Ματθαίου 2021

 
πολυτίκιον ναστάσιµον. χος βʹ.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάµεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡµῶν δόξα σοι.
 


πολυτκιον τς ορτς. χος αʹ.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
 


Κοντάκιον. χος αʹ.
Ὁ µήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συµεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡµᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέµοις τὸ πολίτευµα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ µόνος φιλάνθρωπος.

No comments: