Sunday 13 September 2020

Κυριακή προ της Υψώσεως 2020


Προεόρτια τῆς Ὑψώσεως τοῦ Τιµίου καὶ Ζωοποιοῦ Σταυροῦ

Ἀπολυτίκιον Ἀναστάσιµον. Ἦχος πλ. αʹ. Αὐτόµελον.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύµατι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡµῶν, ἀνυµνήσωµεν πιστοὶ καὶ προσκυνήσωµεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑποµεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.



Ὑπακοή. Ἦχος πλ. αʹ.
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαµβούµεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόµεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύµασι, καὶ παρέχοντος µῖν τὸ µέγα ἔλεος.



Συναξάριον. Τοῦ Μηναίου.
Τῇ ΙΓʹ τοῦ αὐτοῦ µηνός µνήµη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ µῶν Ἀναστάσεως.

No comments: